Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- σκοπεῖν μάλιστα, μὴ διαφθαρεὶς λάθῃ.
- οἴκτιρʼ, ἄναξ· πολλῶν ἔλεξεν δυσοίστων πόνων
- ἆθλʼ, οἷα μηδεὶς τῶν ἐμῶν τύχοι φίλων.
- εἰ δὲ πικρούς, ἄναξ, ἔχθεις Ἀτρείδας,
- ἐγὼ μέν, τὸ κείνων κακὸν τῷδε κέρδος
- μετατιθέμενος, ἔνθαπερ ἐπιμέμονεν,
- ἐπʼ εὐστόλου ταχείας νεὼς
- πορεύσαιμʼ ἂν ἐς δόμους, τὰν θεῶν
- νέμεσιν ἐκφυγών.
- ὅρα σὺ μὴ νῦν μέν τις εὐχερὴς παρῇς,
- ὅταν δὲ πλησθῇς τῆς νόσου ξυνουσίᾳ,
- τότʼ οὐκέθʼ αὑτὸς τοῖς λόγοις τούτοις φανῇς.
- ἥκιστα· τοῦτʼ οὐκ ἔσθʼ ὅπως ποτʼ εἰς ἐμὲ
- τοὔνειδος ἕξεις ἐνδίκως ὀνειδίσαι.
- ἀλλʼ αἰσχρὰ μέντοι σοῦ γέ μʼ ἐνδεέστερον
- ξένῳ φανῆναι πρὸς τὸ καίριον πονεῖν.
- ἀλλʼ εἰ δοκεῖ, πλέωμεν, ὁρμάσθω ταχύς·
- χἠ ναῦς γὰρ ἄξει κοὐκ ἀπαρνηθήσεται.
- μόνον θεοὶ σῴζοιεν ἔκ τε τῆσδε γῆς
- ἡμᾶς ὅποι τʼ ἐνθένδε βουλοίμεσθα πλεῖν.