Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἀκράτωρ ὁ τλήμων, χωλός. ἀλλὰ μή μʼ ἀφῇς
  2. ἔρημον οὕτω χωρὶς ἀνθρώπων στίβου,
  3. ἀλλʼ ἢ πρὸς οἶκον τὸν σὸν ἔκσωσόν μʼ ἄγων
  4. ἢ πρὸς τὰ Χαλκώδοντος Εὐβοίας σταθμά·
  5. κἀκεῖθεν οὔ μοι μακρὸς εἰς Οἴτην στόλος
  6. Τραχινίαν τε δειράδʼ ἠδʼ ἐς εὔροον
  7. Σπερχειὸν ἔσται· πατρί μʼ ὡς δείξῃς φίλῳ,
  8. ὃν δὴ παλαιὸν ἐξ ὅτου δέδοικʼ ἐγὼ
  9. μή μοι βεβήκῃ. πολλὰ γὰρ τοῖς ἱγμένοις
  10. ἔστελλον αὐτὸν ἱκεσίους πέμπων λιτάς,
  11. αὐτόστολον πέμψαντά μʼ ἐκσῶσαι δόμους.
  12. ἀλλʼ ἢ τέθνηκεν ἢ τὰ τῶν διακόνων,
  13. ὡς εἰκός, οἶμαι, τοὐμὸν ἐν σμικρῷ μέρος
  14. ποιούμενοι τὸν οἴκαδʼ ἤπειγον στόλον.
  15. νῦν δʼ, εἰς σὲ γὰρ πομπόν τε καὐτὸν ἄγγελον
  16. ἥκω, σὺ σῶσον, σύ μʼ ἐλέησον, εἰσορῶν
  17. ὡς πάντα δεινὰ κἀπικινδύνως βροτοῖς
  18. κεῖται παθεῖν μὲν εὖ, παθεῖν δὲ θάτερα.
  19. χρὴ δʼ ἐκτὸς ὄντα πημάτων τὰ δείνʼ ὁρᾶν,
  20. χὤταν τις εὖ ζῇ, τηνικαῦτα τὸν βίον