Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- καιρὸς γὰρ καλεῖ
- πλοῦν μὴ ʼξ ἀπόπτου μᾶλλον ἢ ʼγγύθεν σκοπεῖν.
- πρός νύν σε πατρὸς πρός τε μητρός, ὦ τέκνον,
- πρός τʼ εἴ τί σοι κατʼ οἶκόν ἐστι προσφιλές,
- ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μʼ οὕτω μόνον,
- ἔρημον ἐν κακοῖσι τοῖσδʼ οἵοις ὁρᾷς
- ὅσοισί τʼ ἐξήκουσας ἐνναίοντά με·
- ἀλλʼ ἐν παρέργῳ θοῦ με. δυσχέρεια μέν,
- ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήματος·
- ὅμως δὲ τλῆθι· τοῖσι γενναίοισί τοι
- τό τʼ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές.
- σοὶ δʼ ἐκλιπόντι τοῦτʼ ὄνειδος οὐ καλόν,
- δράσαντι δʼ, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας,
- ἐὰν μόλω ʼγὼ ζῶν πρὸς Οὐταίαν χθόνα.
- ἴθʼ· ἡμέρας τοι μόχθος οὐχ ὅλης μιᾶς.
- τόλμησον. ἐμβαλοῦ μʼ ὅπῃ θέλεις ἄγων,
- εἰς ἀντλίαν, εἰς πρῷραν, εἰς πρύμνην, ὅποι
- ἥκιστα μέλλω τοὺς ξυνόντας ἀλγυνεῖν.
- νεῦσον, πρὸς αὐτοῦ Ζηνὸς ἱκεσίου, τέκνον,
- πείσθητι· προσπίτνω σε γόνασι, καίπερ ὢν