Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἀλλʼ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες,
- καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ
- χαίρουσʼ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ
- δίκαια καὶ τὰ χρήστʼ ἀποστέλλουσʼ ἀεί.
- ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δʼ αἰνεῖν, ὅταν
- τὰ θεῖʼ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς;
- ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός,
- τὸ λοιπὸν ἤδη τηλόθεν τό τʼ Ἴλιον
- καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι·
- ὅπου δʼ ὁ χείρων τἀγαθοῦ μεῖζον σθένει
- κἀποφθίνει τὰ χρηστὰ χὠ δειλὸς κρατεῖ,
- τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ·
- ἀλλʼ ἡ πετραία Σκῦρος ἐξαρκοῦσά μοι
- ἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόμῳ.
- νῦν δʼ εἶμι πρὸς ναῦν· καὶ σύ, Ποίαντος τέκνον,
- χαῖρʼ ὡς μέγιστα, χαῖρε· καί σε δαίμονες
- νόσου μεταστήσειαν, ὡς αὐτὸς θέλεις.
- ἡμεῖς δʼ ἴωμεν, ὡς ὁπηνίκʼ ἂν θεὸς
- πλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθʼ ὁρμώμεθα.
- ἤδη, τέκνον, στέλλεσθε;