Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἥκιστʼ ἂν ἠθέλησʼ ὀλωλότοιν κλύειν.
- φεῦ φεῦ· τί δῆτα δεῖ σκοπεῖν, ὅθʼ οἵδε μὲν
- τεθνᾶσʼ, Ὀδυσσεὺς δʼ ἔστιν αὖ κἀνταῦθʼ ἵνα
- χρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν;
- σοφὸς παλαιστὴς κεῖνος· ἀλλὰ χαἰ σοφαὶ
- γνῶμαι, Φιλοκτῆτʼ, ἐμποδίζονται θαμά.
- φέρʼ εἰπὲ πρὸς θεῶν, ποῦ γὰρ ἦν ἐνταῦθά σοι
- Πάτροκλος, ὃς σοῦ πατρὸς ἦν τὰ φίλτατα;
- χοὖτος τεθνηκὼς ἦν· λόγῳ δέ σʼ ἐν βραχεῖ
- τοῦτʼ ἐκδιδάξω· πόλεμος οὐδένʼ ἄνδρʼ ἑκὼν
- αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί.
- ξυμμαρτυρῶ σοι· καὶ κατʼ αὐτὸ τοῦτό γε
- ἀναξίου μὲν φωτὸς ἐξερήσομαι,
- γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ.
- ποίου δὲ τούτου πλήν γʼ Ὀδυσσέως ἐρεῖς;
- οὐ τοῦτον εἶπον, ἀλλὰ Θερσίτης τις ἦν,
- ὃς οὐκ ἂν εἵλετʼ εἰσάπαξ εἰπεῖν, ὅπου
- μηδεὶς ἐῴη· τοῦτον οἶσθʼ εἰ ζῶν κυρεῖ;
- οὐκ εἶδον αὐτόν, ᾐσθόμην δʼ ἔτʼ ὄντα νιν.
- ἔμελλʼ· ἐπεὶ οὐδέν πω κακόν γʼ ἀπώλετο,