Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἔξοιδα γάρ νιν παντὸς ἂν λόγου κακοῦ
  2. γλώσσῃ θιγόντα καὶ πανουργίας, ἀφʼ ἧς
  3. μηδὲν δίκαιον ἐς τέλος μέλλοι ποεῖν.
  4. ἀλλʼ οὔ τι τοῦτο θαῦμʼ ἔμοιγʼ, ἀλλʼ εἰ παρὼν
  5. Αἴας ὁ μείζων ταῦθʼ ὁρῶν ἠνείχετο.
Νεοπτόλεμος
  1. οὐκ ἦν ἔτι ζῶν, ὦ ξένʼ· οὐ γὰρ ἄν ποτε
  2. ζῶντός γʼ ἐκείνου ταῦτʼ ἐσυλήθην ἐγώ.
Φιλοκτήτης
  1. πῶς εἶπας; ἀλλʼ ἦ χοὖτος οἴχεται θανών;
Νεοπτόλεμος
  1. ὡς μηκέτʼ ὄντα κεῖνον ἐν φάει νόει.
Φιλοκτήτης
  1. οἴμοι τάλας. ἀλλʼ οὐχ ὁ Τυδέως γόνος
  2. οὐδʼ οὑμπολητὸς Σισύφου Λαερτίῳ,
  3. οὐ μὴ θάνωσι· τούσδε γὰρ μὴ ζῆν ἔδει.
Νεοπτόλεμος
  1. οὐ δῆτʼ· ἐπίστω τοῦτό γʼ· ἀλλὰ καὶ μέγα
  2. θάλλοντές εἰσι νῦν ἐν Ἀργείων στρατῷ.
Φιλοκτήτης
  1. τί δʼ; οὐ παλαιὸς κἀγαθὸς φίλος τʼ ἐμός,
  2. Νέστωρ ὁ Πύλιος, ἔστιν; οὗτος γὰρ τά γε
  3. κείνων κάκʼ ἐξήρυκε, βουλεύων σοφά.
Νεοπτόλεμος
  1. κεῖνός γε πράσσει νῦν κακῶς, ἐπεὶ θανὼν
  2. Ἀντίλοχος αὐτῷ φροῦδος, ὃς παρῆν, γόνος.
Φιλοκτήτης
  1. οἴμοι, δύʼ αὖ τώδʼ ἄνδρʼ ἔλεξας, οἷν ἐγὼ