Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. κἄστʼ οὐχ ἑκάς που· πῶς γὰρ ἂν νοσῶν ἀνὴρ
  2. κῶλον παλαιᾷ κηρὶ προσβαίη μακράν;
  3. ἀλλʼ ἢ ʼπὶ φορβῆς νόστον ἐξελήλυθεν
  4. ἢ φύλλον εἴ τι νώδυνον κάτοιδέ που.
  5. τὸν οὖν παρόντα πέμψον εἰς κατασκοπήν,
  6. μὴ καὶ λάθῃ με προσπεσών· ὡς μᾶλλον ἂν
  7. ἕλοιτό μʼ ἢ τοὺς πάντας Ἀργείους λαβεῖν.
Νεοπτόλεμος
  1. ἀλλʼ ἔρχεταί τε καὶ φυλάξεται στίβος.
  2. σὺ δʼ, εἴ τι χρῄζεις, φράζε δευτέρῳ λόγῳ.
Ὀδυσσεύς
  1. Ἀχιλλέως παῖ, δεῖ σʼ ἐφʼ οἷς ἐλήλυθας
  2. γενναῖον εἶναι, μὴ μόνον τῷ σώματι,
  3. ἀλλʼ ἤν τι καινὸν ὧν πρὶν οὐκ ἀκήκοας
  4. κλύῃς, ὑπουργεῖν, ὡς ὑπηρέτης πάρει.
Νεοπτόλεμος
  1. τί δῆτʼ ἄνωγας;
Ὀδυσσεύς
  1. τὴν Φιλοκτήτου σε δεῖ
  2. ψυχὴν ὅπως δόλοισιν ἐκκλέψεις λέγων.
  3. ὅταν σʼ ἐρωτᾷ τίς τε καὶ πόθεν πάρει,
  4. λέγειν, Ἀχιλλέως παῖς· τόδʼ οὐχὶ κλεπτέον·
  5. πλεῖς δʼ ὡς πρὸς οἶκον, ἐκλιπὼν τὸ ναυτικὸν
  6. στράτευμʼ Ἀχαιῶν, ἔχθος ἐχθήρας μέγα,