Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἴδοις ποτὸν κρηναῖον, εἴπερ ἐστὶ σῶν.
- ἅ μοι προσελθὼν σῖγα σήμαινʼ εἴτʼ ἐκεῖ
- χῶρον τὸν αὐτὸν τόνδʼ ἔτʼ εἴτʼ ἄλλῃ κυρεῖ,
- ὡς τἀπίλοιπα τῶν λόγων σὺ μὲν κλύῃς,
- ἐγὼ δὲ φράζω, κοινὰ δʼ ἐξ ἀμφοῖν ἴῃ.
- ἄναξ Ὀδυσσεῦ, τοὔργον οὐ μακρὰν λέγεις·
- δοκῶ γὰρ οἷον εἶπας ἄντρον εἰσορᾶν.
- ἄνωθεν ἢ κάτωθεν; οὐ γὰρ ἐννοῶ.
- τόδʼ ἐξύπερθε· καὶ στίβου γʼ οὐδεὶς κτύπος.
- ὅρα καθʼ ὕπνον μὴ καταυλισθεὶς κυρεῖ.
- ὁρῶ κενὴν οἴκησιν ἀνθρώπων δίχα.
- οὐδʼ ἔνδον οἰκοποιός ἐστί τις τροφή;
- στιπτή γε φυλλὰς ὡς ἐναυλίζοντί τῳ.
- τὰ δʼ ἄλλʼ ἔρημα, κοὐδέν ἐσθʼ ὑπόστεγον;
- αὐτόξυλόν γʼ ἔκπωμα, φλαυρουργοῦ τινος
- τεχνήματʼ ἀνδρός, καὶ πυρεῖʼ ὁμοῦ τάδε.
- κείνου τὸ θησαύρισμα σημαίνεις τόδε.
- ἰοὺ ἰού· καὶ ταῦτά γʼ ἄλλα θάλπεται
- ῥάκη, βαρείας του νοσηλείας πλέα.
- ἁνὴρ κατοικεῖ τούσδε τοὺς τόπους σαφῶς,