Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. πλέω πρὸς οἴκους, τῶν ἐμῶν τητώμενος
  2. πρὸς τοῦ κακίστου κἀκ κακῶν Ὀδυσσέως.
  3. κοὐκ αἰτιῶμαι κεῖνον ὡς τοὺς ἐν τέλει·
  4. πόλις γάρ ἐστι πᾶσα τῶν ἡγουμένων
  5. στρατός τε σύμπας· οἱ δʼ ἀκοσμοῦντες βροτῶν
  6. διδασκάλων λόγοισι γίγνονται κακοί.
  7. λόγος λέλεκται πᾶς· ὁ δʼ Ἀτρείδας στυγῶν
  8. ἐμοί θʼ ὁμοίως καὶ θεοῖς εἴη φίλος.
Χορός
  1. ὀρεστέρα παμβῶτι Γᾶ, μᾶτερ αὐτοῦ Διός,
  2. ἃ τὸν μέγαν Πακτωλὸν εὔχρυσον νέμεις,
  3. σὲ κἀκεῖ, μᾶτερ πότνιʼ, ἐπηυδώμαν,
  4. ὅτʼ ἐς τόνδʼ Ἀτρειδᾶν ὕβρις πᾶσʼ ἐχώρει,
  5. ὅτε τὰ πάτρια τεύχεα παρεδίδοσαν,
  6. ἰὼ μάκαιρα ταυροκτόνων
  7. λεόντων ἔφεδρε, τῷ Λαρτίου
  8. σέβας ὑπέρτατον.
Φιλοκτήτης
  1. ἔχοντες, ὡς ἔοικε, σύμβολον σαφὲς
  2. λύπης πρὸς ἡμᾶς, ὦ ξένοι, πεπλεύκατε,
  3. καί μοι προσᾴδεθʼ ὥστε γιγνώσκειν ὅτι
  4. ταῦτʼ ἐξ Ἀτρειδῶν ἔργα κἀξ Ὀδυσσέως.