Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. οἱ δʼ εἶπον, οἴμοι, τλημονέστατον λόγον·
  2. ὦ σπέρμʼ Ἀχιλλέως, τἄλλα μὲν πάρεστί σοι
  3. πατρῷʼ ἑλέσθαι, τῶν δʼ ὅπλων κείνων ἀνὴρ
  4. ἄλλος κρατύνει νῦν, ὁ Λαέρτου γόνος.
  5. κἀγὼ δακρύσας εὐθὺς ἐξανίσταμαι
  6. ὀργῇ βαρείᾳ, καὶ καταλγήσας λέγω·
  7. ὦ σχέτλιʼ, ἦ ʼτολμήσατʼ ἀντʼ ἐμοῦ τινι
  8. δοῦναι τὰ τεύχη τἀμά, πρὶν μαθεῖν ἐμοῦ;
  9. ὁ δʼ εἶπʼ Ὀδυσσεύς, πλησίον γὰρ ὢν κυρεῖ,
  10. ναί, παῖ, δεδώκασʼ ἐνδίκως οὗτοι τάδε·
  11. ἐγὼ γὰρ αὔτʼ ἔσωσα κἀκεῖνον παρών.
  12. κἀγὼ χολωθεὶς εὐθὺς ἤρασσον κακοῖς
  13. τοῖς πᾶσιν, οὐδὲν ἐνδεὲς ποιούμενος,
  14. εἰ τἀμὰ κεῖνος ὅπλʼ ἀφαιρήσοιτό με.
  15. ὁ δʼ ἐνθάδʼ ἥκων, καίπερ οὐ δύσοργος ὤν,
  16. δηχθεὶς πρὸς ἁξήκουσεν ὧδʼ ἠμείψατο·
  17. οὐκ ἦσθʼ ἵνʼ ἡμεῖς, ἀλλʼ ἀπῆσθʼ ἵνʼ οὔ σʼ ἔδει·
  18. καὶ ταῦτʼ, ἐπειδὴ καὶ λέγεις θρασυστομῶν,
  19. οὐ μήποτʼ ἐς τὴν Σκῦρον ἐκπλεύσῃς ἔχων.
  20. τοιαῦτʼ ἀκούσας κἀξονειδισθεὶς κακὰ