Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἦλθόν με νηὶ ποικιλοστόλῳ μέτα
  2. δῖός τʼ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐμοῦ πατρός,
  3. λέγοντες, εἴτʼ ἀληθὲς εἴτʼ ἄρʼ οὖν μάτην,
  4. ὡς οὐ θέμις γίγνοιτʼ, ἐπεὶ κατέφθιτο
  5. πατὴρ ἐμός, τὰ πέργαμʼ ἄλλον ἤ μʼ ἑλεῖν.
  6. ταῦτʼ, ὦ ξένʼ, οὕτως ἐννέποντες οὐ πολὺν
  7. χρόνον μʼ ἐπέσχον μή με ναυστολεῖν ταχύ,
  8. μάλιστα μὲν δὴ τοῦ θανόντος ἱμέρῳ,
  9. ὅπως ἴδοιμʼ ἄθαπτον· οὐ γὰρ εἰδόμην·
  10. ἔπειτα μέντοι χὠ λόγος καλὸς προσῆν,
  11. εἰ τἀπὶ Τροίᾳ πέργαμʼ αἱρήσοιμʼ ἰών.
  12. ἦν δʼ ἦμαρ ἤδη δεύτερον πλέοντί μοι,
  13. κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ
  14. κατηγόμην· καί μʼ εὐθὺς ἐν κύκλῳ στρατὸς
  15. ἐκβάντα πᾶς ἠσπάζετʼ, ὀμνύντες βλέπειν
  16. τὸν οὐκέτʼ ὄντα ζῶντʼ Ἀχιλλέα πάλιν.
  17. κεῖνος μὲν οὖν ἔκειτʼ· ἐγὼ δʼ ὁ δύσμορος
  18. ἐπεὶ ʼδάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳ
  19. ἐλθὼν Ἀτρείδας πρὸς φίλους, ὡς εἰκὸς ἦν,
  20. τά θʼ ὅπλʼ ἀπῄτουν τοῦ πατρὸς τά τʼ ἄλλʼ ὅσʼ ἦν.