Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἔγκλημʼ Ἀτρείδαις, ὥστε θυμοῦσθαι παθών;
- θυμὸν γένοιτο χειρὶ πληρῶσαί ποτε,
- ἵνʼ αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτη θʼ ὅτι
- χἠ Σκῦρος ἀνδρῶν ἀλκίμων μήτηρ ἔφυ.
- εὖ γʼ, ὦ τέκνον· τίνος γὰρ ὧδε τὸν μέγαν
- χόλον κατʼ αὐτῶν ἐγκαλῶν ἐλήλυθας;
- ὦ παῖ Ποίαντος, ἐξερῶ, μόλις δʼ ἐρῶ,
- ἅγωγʼ ὑπʼ αὐτῶν ἐξελωβήθην μολών.
- ἐπεὶ γὰρ ἔσχε μοῖρʼ Ἀχιλλέα θανεῖν,
- οἴμοι· φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθω
- πρῶτον τόδʼ, ἦ τέθνηχʼ ὁ Πηλέως γόνος;
- τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δʼ ὕπο,
- τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς.
- ἀλλʼ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών·
- ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν
- πάθημʼ ἐλέγχω πρῶτον ἢ κεῖνον στένω.
- οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ σʼ, ὦ τάλας,
- ἀλγήμαθʼ, ὥστε μὴ τὰ τῶν πέλας στένειν.
- ὀρθῶς ἔλεξας· τοιγαροῦν τὸ σὸν φράσον
- αὖθις πάλιν μοι πρᾶγμʼ, ὅτῳ σʼ ἐνύβρισαν.