Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἐξεμπολήσει κέρδος ἢ ξενώσεται.
  2. οὐκ ἐνθάδʼ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν.
  3. τάχʼ οὖν τις ἄκων ἔσχε· πολλὰ γὰρ τάδε
  4. ἐν τῷ μακρῷ γένοιτʼ ἂν ἀνθρώπων χρόνῳ·
  5. οὗτοί μʼ, ὅταν μόλωσιν, ὦ τέκνον, λόγοις
  6. ἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέρος
  7. προσέδοσαν οἰκτίραντες ἤ τινα στολήν·
  8. ἐκεῖνο δʼ οὐδείς, ἡνίκʼ ἂν μνησθῶ, θέλει,
  9. σῶσαί μʼ ἐς οἴκους, ἀλλʼ ἀπόλλυμαι τάλας
  10. ἔτος τόδʼ ἤδη δέκατον ἐν λιμῷ τε καὶ
  11. κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον.
  12. τοιαῦτʼ Ἀτρεῖδαί μʼ ἥ τʼ Ὀδυσσέως βία,
  13. ὦ παῖ, δεδράκασʼ, οἷʼ Ὀλύμπιοι θεοὶ
  14. δοῖέν ποτʼ αὐτοῖς ἀντίποινʼ ἐμοῦ παθεῖν.
Χορός
  1. ἔοικα κἀγὼ τοῖς ἀφιγμένοις ἴσα
  2. ξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον.
Νεοπτόλεμος
  1. ἐγὼ δὲ καὐτὸς τοῖσδε μάρτυς ἐν λόγοις,
  2. ὡς εἴσʼ ἀληθεῖς οἶδα, συντυχὼν κακῶν
  3. ἀνδρῶν Ἀτρειδῶν τῆς τʼ Ὀδυσσέως βίας.
Φιλοκτήτης
  1. ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις