Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ηὕρισκον οὐδὲν πλὴν ἀνιᾶσθαι παρόν,
- τούτου δὲ πολλὴν εὐμάρειαν, ὦ τέκνον.
- ὁ μὲν χρόνος δὴ διὰ χρόνου προύβαινέ μοι,
- κἄδει τι βαιᾷ τῇδʼ ὑπὸ στέγῃ μόνον
- διακονεῖσθαι. γαστρὶ μὲν τὰ σύμφορα
- τόξον τόδʼ ἐξηύρισκε, τὰς ὑποπτέρους
- βάλλον πελείας· πρὸς δὲ τοῦθʼ, ὅ μοι βάλοι
- νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας
- εἰλυόμην, δύστηνον ἐξέλκων πόδα,
- πρὸς τοῦτʼ ἄν· εἴ τʼ ἔδει τι καὶ ποτὸν λαβεῖν,
- καί που πάγου χυθέντος, οἷα χείματι,
- ξύλον τι θραῦσαι, ταῦτʼ ἂν ἐξέρπων τάλας
- ἐμηχανώμην· εἶτα πῦρ ἂν οὐ παρῆν,
- ἀλλʼ ἐν πέτροισι πέτρον ἐκτρίβων μόλις
- ἔφηνʼ ἄφαντον φῶς, ὃ καὶ σῴζει μʼ ἀεί.
- οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα
- πάντʼ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ.
- φέρʼ, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς.
- ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών·
- οὐ γάρ τις ὅρμος ἔστιν οὐδʼ ὅποι πλέων