Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὁ τοῦ Ποίαντος παῖς Φιλοκτήτης, ὃν οἱ
- δισσοὶ στρατηγοὶ χὠ Κεφαλλήνων ἄναξ
- ἔρριψαν αἰσχρῶς ὧδʼ ἔρημον, ἀγρίᾳ
- νόσῳ καταφθίνοντα, τῆς ἀνδροφθόρου
- πληγέντʼ ἐχίδνης ἀγρίῳ χαράγματι·
- ξὺν ᾗ μʼ ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδε
- ᾤχοντʼ ἔρημον, ἡνίκʼ ἐκ τῆς ποντίας
- Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ.
- τότʼ ἄσμενοί μʼ ὡς εἶδον ἐκ πολλοῦ σάλου
- εὕδοντʼ ἐπʼ ἀκτῆς ἐν κατηρεφεῖ πέτρᾳ,
- λιπόντες ᾤχονθʼ, οἷα φωτὶ δυσμόρῳ
- ῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶς
- ἐπωφέλημα σμικρόν, οἷʼ αὐτοῖς τύχοι.
- σὺ δή, τέκνον, ποίαν μʼ ἀνάστασιν δοκεῖς
- αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε;
- ποῖʼ ἐκδακρῦσαι, ποῖʼ ἀποιμῶξαι κακά;
- ὁρῶντα μὲν ναῦς, ἃς ἔχων ἐναυστόλουν,
- πάσας βεβώσας, ἄνδρα δʼ οὐδένʼ ἔντοπον,
- οὐχ ὅστις ἀρκέσειεν οὐδʼ ὅστις νόσου
- κάμνοντι συλλάβοιτο· πάντα δὲ σκοπῶν