Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὦ τοῦ γέροντος θρέμμα Λυκομήδους, τίνι
- στόλῳ προσέσχες τήνδε γῆν πόθεν πλέων;
- ἐξ Ἰλίου τοι δὴ τανῦν γε ναυστολῶ.
- πῶς εἶπας; οὐ γὰρ δὴ σύ γʼ ἦσθα ναυβάτης
- ἡμῖν κατʼ ἀρχὴν τοῦ πρὸς Ἴλιον στόλου.
- ἦ γὰρ μετέσχες καὶ σὺ τοῦδε τοῦ πόνου;
- ὦ τέκνον, οὐ γὰρ οἶσθά μʼ ὅντινʼ εἰσορᾷς;
- πῶς γὰρ κάτοιδʼ ὅν γʼ εἶδον οὐδεπώποτε;
- οὐδʼ ὄνομʼ ἄρʼ οὐδὲ τῶν ἐμῶν κακῶν κλέος
- ᾔσθου ποτʼ οὐδέν, οἷς ἐγὼ διωλλύμην;
- ὡς μηδὲν εἰδότʼ ἴσθι μʼ ὧν ἀνιστορεῖς.
- ὦ πόλλʼ ἐγὼ μοχθηρός, ὦ πικρὸς θεοῖς,
- οὗ μηδὲ κληδὼν ὧδʼ ἔχοντος οἴκαδε
- μηδʼ Ἑλλάδος γῆς μηδαμοῦ διῆλθέ που.
- ἀλλʼ οἱ μὲν ἐκβαλόντες ἀνοσίως ἐμὲ
- γελῶσι σῖγʼ ἔχοντες, ἡ δʼ ἐμὴ νόσος
- ἀεὶ τέθηλε κἀπὶ μεῖζον ἔρχεται.
- ὦ τέκνον, ὦ παῖ πατρὸς ἐξ Ἀχιλλέως,
- ὅδʼ εἴμʼ ἐγώ σοι κεῖνος, ὃν κλύεις ἴσως
- τῶν Ἡρακλείων ὄντα δεσπότην ὅπλων,