Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τύχοιμʼ ἂν εἰπών; σχῆμα μὲν γὰρ Ἑλλάδος
- στολῆς ὑπάρχει προσφιλεστάτης ἐμοί·
- φωνῆς δʼ ἀκοῦσαι βούλομαι· καὶ μή μʼ ὄκνῳ
- δείσαντες ἐκπλαγῆτʼ ἀπηγριωμένον,
- ἀλλʼ οἰκτίσαντες ἄνδρα δύστηνον, μόνον,
- ἔρημον ὧδε κἄφιλον κακούμενον,
- φωνήσατʼ, εἴπερ ὡς φίλοι προσήκετε.
- ἀλλʼ ἀνταμείψασθʼ· οὐ γὰρ εἰκὸς οὔτʼ ἐμὲ
- ὑμῶν ἁμαρτεῖν τοῦτό γʼ οὔθʼ ὑμᾶς ἐμοῦ.
- ἀλλʼ, ὦ ξένʼ, ἴσθι τοῦτο πρῶτον, οὕνεκα
- Ἕλληνές ἐσμεν· τοῦτο γὰρ βούλει μαθεῖν.
- ὦ φίλτατον φώνημα· φεῦ τὸ καὶ λαβεῖν
- πρόσφθεγμα τοιοῦδʼ ἀνδρὸς ἐν χρόνῳ μακρῷ.
- τίς σʼ, ὦ τέκνον, προσέσχε, τίς προσήγαγεν
- χρεία; τίς ὁρμή; τίς ἀνέμων ὁ φίλτατος;
- γέγωνέ μοι πᾶν τοῦθʼ, ὅπως εἰδῶ τίς εἶ.
- ἐγὼ γένος μέν εἰμι τῆς περιρρύτου
- Σκύρου· πλέω δʼ ἐς οἶκον· αὐδῶμαι δὲ παῖς
- Ἀχιλλέως, Νεοπτόλεμος. οἶσθα δὴ τὸ πᾶν.
- ὦ φιλτάτου παῖ πατρός, ὦ φίλης χθονός,