Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τόξοισι τοῖς ἐμοῖσι νοσφιεῖς βίου,
  2. πέρσεις τε Τροίαν, σκῦλά τʼ εἰς μέλαθρα σὰ
  3. πέμψεις, ἀριστεῖʼ ἐκλαβὼν στρατεύματος,
  4. Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα.
  5. ἃ δʼ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ,
  6. τόξων ἐμῶν μνημεῖα πρὸς πυρὰν ἐμὴν
  7. κόμιζε. καὶ σοὶ ταῦτʼ, Ἀχιλλέως τέκνον,
  8. παρῄνεσʼ· οὔτε γὰρ σὺ τοῦδʼ ἄτερ σθένεις
  9. ἑλεῖν τὸ Τροίας πεδίον οὔθʼ οὗτος σέθεν.
  10. ἀλλʼ ὡς λέοντε συννόμω φυλάσσετον
  11. οὗτος σὲ καὶ σὺ τόνδʼ· ἐγὼ δʼ Ἀσκληπιὸν
  12. παυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον.
  13. τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν
  14. τόξοις ἁλῶναι. τοῦτο δʼ ἐννοεῖθʼ, ὅταν
  15. πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς·
  16. ὡς τἄλλα πάντα δεύτερʼ ἡγεῖται πατὴρ
  17. Ζεύς· οὐ γὰρ εὐσέβεια συνθνῄσκει βροτοῖς·
  18. κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται.
Φιλοκτήτης
  1. ὦ φθέγμα ποθεινὸν ἐμοὶ πέμψας
  2. χρόνιός τε φανείς,