Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- οὐκ ἀπιθήσω τοῖς σοῖς μύθοις.
- κἀγὼ γνώμην ταύτῃ τίθεμαι.
- μή νυν χρόνιοι μέλλετε πράσσειν·
- καιρὸς καὶ πλοῦς
- ὅδʼ ἐπείγει γὰρ κατὰ πρύμνην.
- φέρε νυν στείχων χώραν καλέσω.
- χαῖρʼ, ὦ μέλαθρον ξύμφρουρον ἐμοί,
- νύμφαι τʼ ἔνυδροι λειμωνιάδες,
- καὶ κτύπος ἄρσην πόντου προβολῆς,
- οὗ πολλάκι δὴ τοὐμὸν ἐτέγχθη
- κρᾶτʼ ἐνδόμυχον πληγαῖσι νότου,
- πολλὰ δὲ φωνῆς τῆς ἡμετέρας
- Ἑρμαῖον ὄρος παρέπεμψεν ἐμοὶ
- στόνον ἀντίτυπον χειμαζομένῳ.
- νῦν δʼ, ὦ κρῆναι Λύκιόν τε ποτόν,
- λείπομεν ὑμᾶς, λείπομεν ἤδη
- δόξης οὔ ποτε τῆσδʼ ἐπιβάντες.
- χαῖρʼ, ὦ Λήμνου πέδον ἀμφίαλον,
- καί μʼ εὐπλοίᾳ πέμψον ἀμέμπτως,
- ἔνθʼ ἡ μεγάλη Μοῖρα κομίζει