Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. εἴρξω πελάζειν.
Νεοπτόλεμος
  1. στεῖχε προσκύσας χθόνα.
Ἡρακλῆς
  1. μήπω γε, πρὶν ἂν τῶν ἡμετέρων
  2. ἀίῃς μύθων, παῖ Ποίαντος·
  3. φάσκειν δʼ αὐδὴν τὴν Ἡρακλέους
  4. ἀκοῇ τε κλύειν λεύσσειν τʼ ὄψιν.
  5. τὴν σὴν δʼ ἥκω χάριν οὐρανίας
  6. ἕδρας προλιπών,
  7. τὰ Διός τε φράσων βουλεύματά σοι
  8. κατερητύσων θʼ ὁδὸν ἣν στέλλει·
  9. σὺ δʼ ἐμῶν μύθων ἐπάκουσον.
  10. καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας,
  11. ὅσους πονήσας καὶ διεξελθὼν πόνους
  12. ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθʼ ὁρᾶν.
  13. καὶ σοί, σάφʼ ἴσθι, τοῦτʼ ὀφείλεται παθεῖν,
  14. ἐκ τῶν πόνων τῶνδʼ εὐκλεᾶ θέσθαι βίον.
  15. ἐλθὼν δὲ σὺν τῷδʼ ἀνδρὶ πρὸς τὸ Τρωικὸν
  16. πόλισμα, πρῶτον μὲν νόσου παύσει λυγρᾶς,
  17. ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύματος,
  18. Πάριν μέν, ὃς τῶνδʼ αἴτιος κακῶν ἔφυ,