Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τί δῆτʼ ἂν ἡμεῖς δρῷμεν, εἰ σέ γʼ ἐν λόγοις
  2. πείσειν δυνησόμεσθα μηδὲν ὧν λέγω;
  3. ὡς ῥᾷστʼ ἐμοὶ μὲν τῶν λόγων λῆξαι, σὲ δὲ
  4. ζῆν, ὥσπερ ἤδη ζῇς, ἄνευ σωτηρίας.
Φιλοκτήτης
  1. ἔα με πάσχειν ταῦθʼ ἅπερ παθεῖν με δεῖ·
  2. ἃ δʼ ᾔνεσάς μοι δεξιᾶς ἐμῆς θιγών,
  3. πέμπειν πρὸς οἴκους, ταῦτά μοι πρᾶξον, τέκνον,
  4. καὶ μὴ βράδυνε μηδʼ ἐπιμνησθῇς ἔτι
  5. Τροίας· ἅλις γάρ μοι τεθρήνηται γόοις.
Νεοπτόλεμος
  1. εἰ δοκεῖ, στείχωμεν.
Φιλοκτήτης
  1. ὦ γενναῖον εἰρηκὼς ἔπος.
Νεοπτόλεμος
  1. ἀντέρειδε νῦν βάσιν σήν.
Φιλοκτήτης
  1. εἰς ὅσον γʼ ἐγὼ σθένω.
Νεοπτόλεμος
  1. αἰτίαν δὲ πῶς Ἀχαιῶν φεύξομαι;
Φιλοκτήτης
  1. μὴ φροντίσῃς.
Νεοπτόλεμος
  1. τί γάρ, ἐὰν πορθῶσι χώραν τὴν ἐμήν;
Φιλοκτήτης
  1. ἐγὼ παρὼν
Νεοπτόλεμος
  1. τίνα προσωφέλησιν ἔρξεις;
Φιλοκτήτης
  1. βέλεσι τοῖς Ἡρακλέους
Νεοπτόλεμος
  1. πῶς λέγεις;