Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- λέγεις μὲν εἰκότʼ, ἀλλʼ ὅμως σε βούλομαι
- θεοῖς τε πιστεύσαντα τοῖς τʼ ἐμοῖς λόγοις
- φίλου μετʼ ἀνδρὸς τοῦδε τῆσδʼ ἐκπλεῖν χθονός.
- ἦ πρὸς τὰ Τροίας πεδία καὶ τὸν Ἀτρέως
- ἔχθιστον υἱὸν τῷδε δυστήνῳ ποδί;
- πρὸς τοὺς μὲν οὖν σε τήνδε τʼ ἔμπυον βάσιν
- παύσοντας ἄλγους κἀποσώσοντας νόσου.
- ὦ δεινὸν αἶνον αἰνέσας, τί φής ποτε;
- ἃ σοί τε κἀμοὶ λῷσθʼ ὁρῶ τελούμενα.
- καὶ ταῦτα λέξας οὐ καταισχύνει θεούς;
- πῶς γάρ τις αἰσχύνοιτʼ ἂν ὠφελῶν φίλους·
- λέγεις δʼ Ἀτρείδαις ὄφελος ἢ ʼπʼ ἐμοὶ τόδε;
- σοί που, φίλος γʼ ὤν, χὠ λόγος τοιόσδε μου.
- πῶς, ὅς γε τοῖς ἐχθροῖσί μʼ ἐκδοῦναι θέλεις;
- ὦ τᾶν, διδάσκου μὴ θρασύνεσθαι κακοῖς.
- ὀλεῖς με, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις.
- οὔκουν ἔγωγε· φημὶ δʼ οὔ σε μανθάνειν.
- ἐγὼ οὐκ Ἀτρείδας ἐκβαλόντας οἶδά με;
- ἀλλʼ ἐκβαλόντες εἰ πάλιν σώσουσʼ ὅρα.
- οὐδέποθʼ ἑκόντα γʼ ὥστε τὴν Τροίαν ἰδεῖν.