Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- εἰς φῶς τάδʼ ἔρξας εἶμι; τῷ προσήγορος;
- πῶς, ὦ τὰ πάντʼ ἰδόντες ἀμφʼ ἐμοὶ κύκλοι,
- ταῦτʼ ἐξανασχήσεσθε, τοῖσιν Ἀτρέως
- ἐμὲ ξυνόντα παισίν, οἵ μʼ ἀπώλεσαν;
- πῶς τῷ πανώλει παιδὶ τῷ Λαερτίου;
- οὐ γάρ με τἄλγος τῶν παρελθόντων δάκνει,
- ἀλλʼ οἷα χρὴ παθεῖν με πρὸς τούτων ἔτι
- δοκῶ προλεύσσειν· οἷς γὰρ ἡ γνώμη κακῶν
- μήτηρ γένηται, τἄλλα παιδεύει κακούς.
- καὶ σοῦ δʼ ἔγωγε θαυμάσας ἔχω τόδε.
- χρῆν γάρ σε μήτʼ αὐτόν ποτʼ ἐς Τροίαν μολεῖν
- ἡμᾶς τʼ ἀπείργειν, οἵ γέ σου καθύβρισαν,
- πατρὸς γέρας συλῶντες, εἶτα τοῖσδε σὺ
- εἶ ξυμμαχήσων, κἄμʼ ἀναγκάζεις τόδε;
- μὴ δῆτα, τέκνον· ἀλλʼ ἅ μοι ξυνώμοσας,
- πέμψον πρὸς οἴκους· καὐτὸς ἐν Σκύρῳ μένων
- ἔα κακῶς αὐτοὺς ἀπόλλυσθαι κακούς.
- χοὔτω διπλῆν μὲν ἐξ ἐμοῦ κτήσει χάριν,
- διπλῆν δὲ πατρός, κοὐ κακοὺς ἐπωφελῶν
- δόξεις ὁμοῖος τοῖς κακοῖς πεφυκέναι.