Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. καὶ τοῖν παρʼ ἡμῖν ἐντυχὼν Ἀσκληπίδαιν
  2. νόσου μαλαχθῇς τῆσδε, καὶ τὰ πέργαμα
  3. ξὺν τοῖσδε τόξοις ξύν τʼ ἐμοὶ πέρσας φανῇς.
  4. ὡς δʼ οἶδα ταῦτα τῇδʼ ἔχοντʼ ἐγὼ φράσω.
  5. ἀνὴρ γὰρ ἡμῖν ἐστιν ἐκ Τροίας ἁλούς,
  6. Ἕλενος ἀριστόμαντις, ὃς λέγει σαφῶς
  7. ὡς δεῖ γενέσθαι ταῦτα· καὶ πρὸς τοῖσδʼ ἔτι
  8. ὡς ἔστʼ ἀνάγκη τοῦ παρεστῶτος θέρους
  9. Τροίαν ἁλῶναι πᾶσαν· ἢ δίδωσʼ ἑκὼν
  10. κτείνειν ἑαυτόν, ἢν τάδε ψευσθῇ λέγων.
  11. ταῦτʼ οὖν ἐπεὶ κάτοισθα, συγχώρει θέλων.
  12. καλὴ γὰρ ἡ ʼπίκτησις, Ἑλλήνων ἕνα
  13. κριθέντʼ ἄριστον τοῦτο μὲν παιωνίας
  14. ἐς χεῖρας ἐλθεῖν, εἶτα τὴν πολύστονον
  15. Τροίαν ἑλόντα κλέος ὑπέρτατον λαβεῖν.
Φιλοκτήτης
  1. ὦ στυγνὸς αἰών, τί με, τί δῆτʼ ἔχεις ἄνω
  2. βλέποντα κοὐκ ἀφῆκας εἰς Ἅιδου μολεῖν;
  3. οἴμοι, τί δράσω; πῶς ἀπιστήσω λόγοις
  4. τοῖς τοῦδʼ, ὃς εὔνους ὢν ἐμοὶ παρῄνεσεν;
  5. ἀλλʼ εἰκάθω δῆτʼ; εἶτα πῶς ὁ δύσμορος