Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- οὕτω δέδοκται;
- καὶ πέρα γʼ ἴσθʼ ἢ λέγω.
- ἀλλʼ ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις
- ἐμοῖσιν· εἰ δὲ μή τι πρὸς καιρὸν λέγων
- κυρῶ, πέπαυμαι.
- πάντα γὰρ φράσεις μάτην.
- οὐ γάρ ποτʼ εὔνουν τὴν ἐμὴν κτήσει φρένα,
- ὅστις γʼ ἐμοῦ δόλοισι τὸν βίον λαβὼν
- ἀπεστέρηκας, κᾆτα νουθετεῖς ἐμὲ
- ἐλθών, ἀρίστου πατρὸς αἴσχιστος γεγώς.
- ὄλοισθʼ, Ἀτρεῖδαι μὲν μάλιστʼ, ἔπειτα δὲ ὁ Λαρτίου παῖς καὶ σύ.
- μὴ ʼπεύξῃ πέρα·
- δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε.
- πῶς εἶπας; ἆρα δεύτερον δολούμεθα;
- ἀπώμοσʼ ἁγνὸν Ζηνὸς ὑψίστου σέβας.
- ὦ φίλτατʼ εἰπών, εἰ λέγεις ἐτήτυμα.
- τοὔργον παρέσται φανερόν· ἀλλὰ δεξιὰν
- πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων.
- ἐγὼ δʼ ἀπαυδῶ γʼ, ᾧ θεοὶ ξυνίστορες,
- ὑπέρ τʼ Ἀτρειδῶν τοῦ τε σύμπαντος στρατοῦ.