Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- λέξω τάδʼ ἐλθών, ὅς σε τιμωρήσεται.
- ἐσωφρόνησας· κἂν τὰ λοίφʼ οὕτω φρονῇς,
- ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα.
- σὺ δʼ, ὦ Ποίαντος παῖ, Φιλοκτήτην λέγω,
- ἔξελθʼ, ἀμείψας τάσδε πετρήρεις στέγας.
- τίς αὖ παρʼ ἄντροις θόρυβος ἵσταται βοῆς;
- τί μʼ ἐκκαλεῖσθε; τοῦ κεχρημένοι, ξένοι;
- ὤμοι· κακὸν τὸ χρῆμα. μῶν τί μοι νέα
- πάρεστε πρὸς κακοῖσι πέμποντες κακά;
- θάρσει· λόγους δʼ ἄκουσον οὓς ἥκω φέρων.
- δέδοικʼ ἔγωγε· καὶ τὰ πρὶν γὰρ ἐκ λόγων
- καλῶν κακῶς ἔπραξα, σοῖς πεισθεὶς λόγοις.
- οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν;
- τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε μου
- τὰ τόξʼ ἔκλεπτες, πιστός, ἀτηρὸς λάθρᾳ.
- ἀλλʼ οὔ τι μὴν νῦν· βούλομαι δέ σου κλύειν,
- πότερα δέδοκταί σοι μένοντι καρτερεῖν
- ἢ πλεῖν μεθʼ ἡμῶν;
- παῦε, μὴ λέξῃς πέρα·
- μάτην γὰρ ἃν εἴπῃς γε πάντʼ εἰρήσεται.