Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τέκνον, τίνος φώνημα, μῶν Ὀδυσσέως,
  2. ἐπῃσθόμην;
Ὀδυσσεύς
  1. σάφʼ ἴσθι· καὶ πέλας γʼ ὁρᾷς,
  2. ὅς σʼ ἐς τὰ Τροίας πεδίʼ ἀποστελῶ βίᾳ,
  3. ἐάν τʼ Ἀχιλλέως παῖς ἐάν τε μὴ θέλῃ·
Φιλοκτήτης
  1. ἀλλʼ οὔ τι χαίρων, ἢν τόδʼ ὀρθωθῇ βέλος.
Νεοπτόλεμος
  1. ἆ, μηδαμῶς, μή, πρὸς θεῶν, μεθῇς βέλος.
Φιλοκτήτης
  1. μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον.
Νεοπτόλεμος
  1. οὐκ ἂν μεθείην.
Φιλοκτήτης
  1. φεῦ· τί μʼ ἄνδρα πολέμιον
  2. ἐχθρόν τʼ ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς;
Νεοπτόλεμος
  1. ἀλλʼ οὔτʼ ἐμοὶ τοῦτʼ ἐστὶν οὔτε σοὶ καλόν.
Φιλοκτήτης
  1. ἀλλʼ οὖν τοσοῦτόν γʼ ἴσθι, τοὺς πρώτους στρατοῦ,
  2. τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς
  3. ὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς.
Νεοπτόλεμος
  1. εἶεν· τὰ μὲν δὴ τόξʼ ἔχεις, κοὐκ ἔσθʼ ὅτου
  2. ὀργὴν ἔχοις ἂν οὐδὲ μέμψιν εἰς ἐμέ.
Φιλοκτήτης
  1. ξύμφημι· τὴν φύσιν δʼ ἔδειξας, ὦ τέκνον,
  2. ἐξ ἧς ἔβλαστες, οὐχὶ Σισύφου πατρός,
  3. ἀλλʼ ἐξ Ἀχιλλέως, ὃς μετὰ ζώντων ὅτʼ ἦν