Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἔστιν τις, ἔστιν ὅς σε κωλύσει τὸ δρᾶν.
Νεοπτόλεμος
  1. τί φής; τίς ἔσται μʼ οὑπικωλύσων τάδε;
Ὀδυσσεύς
  1. ξύμπας Ἀχαιῶν λαός, ἐν δὲ τοῖς ἐγώ.
Νεοπτόλεμος
  1. σοφὸς πεφυκὼς οὐδὲν ἐξαυδᾷς σοφόν.
Ὀδυσσεύς
  1. σὺ δʼ οὔτε φωνεῖς οὔτε δρασείεις σοφά.
Νεοπτόλεμος
  1. ἀλλʼ εἰ δίκαια, τῶν σοφῶν κρείσσω τάδε.
Ὀδυσσεύς
  1. καὶ πῶς δίκαιον, ἅ γʼ ἔλαβες βουλαῖς ἐμαῖς, πάλιν μεθεῖναι ταῦτα;
Νεοπτόλεμος
  1. τὴν ἁμαρτίαν
  2. αἰσχρὰν ἁμαρτὼν ἀναλαβεῖν πειράσομαι.
Ὀδυσσεύς
  1. στρατὸν δʼ Ἀχαιῶν οὐ φοβεῖ, πράσσων τάδε;
Νεοπτόλεμος
  1. ξὺν τῷ δικαίῳ τὸν σὸν οὐ ταρβῶ φόβον.
Ὀδυσσεύς
  1. ξὺν τῷ δικαίῳ χεὶρ ἐμή σʼ ἀναγκάσει.
Νεοπτόλεμος
  1. ἀλλʼ οὐδέ τοι σῇ χειρὶ πείθομαι τὸ δρᾶν.
Ὀδυσσεύς
  1. οὔ τἄρα Τρωσίν, ἀλλὰ σοὶ μαχούμεθα.
Νεοπτόλεμος
  1. ἴτω τὸ μέλλον.
Ὀδυσσεύς
  1. χεῖρα δεξιὰν ὁρᾷς
  2. κώπης ἐπιψαύουσαν;
Νεοπτόλεμος
  1. ἀλλὰ κἀμέ τοι
  2. ταὐτὸν τόδʼ ὄψει δρῶντα κοὐ μέλλοντʼ ἔτι.
Ὀδυσσεύς
  1. καίτοι σʼ ἐάσω· τῷ δὲ σύμπαντι στρατῷ