Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- γόνον πρὸς ἡμᾶς δεῦρʼ ἰόντʼ ἐλεύσσομεν.
- οὐκ ἂν φράσειας ἥντινʼ αὖ παλίντροπος
- κέλευθον ἕρπεις ὧδε σὺν σπουδῇ ταχύς;
- λύσων ὅσʼ ἐξήμαρτον ἐν τῷ πρὶν χρόνῳ.
- δεινόν γε φωνεῖς· ἡ δʼ ἁμαρτία τίς ἦν;
- ἣν σοὶ πιθόμενος τῷ τε σύμπαντι στρατῷ
- ἔπραξας ἔργον ποῖον ὧν οὔ σοι πρέπον;
- ἀπάταισιν αἰσχραῖς ἄνδρα καὶ δόλοις ἑλών.
- τὸν ποῖον; ὤμοι· μῶν τι βουλεύει νέον;
- νέον μὲν οὐδέν, τῷ δὲ Ποίαντος τόκῳ,
- τί χρῆμα δράσεις; ὥς μʼ ὑπῆλθέ τις φόβος.
- παρʼ οὗπερ ἔλαβον τάδε τὰ τόξʼ, αὖθις πάλιν
- ὦ Ζεῦ, τί λέξεις; οὔ τί που δοῦναι νοεῖς;
- αἰσχρῶς γὰρ αὐτὰ κοὐ δίκῃ λαβὼν ἔχω.
- πρὸς θεῶν, πότερα δὴ κερτομῶν λέγεις τάδε;
- εἰ κερτόμησίς ἐστι τἀληθῆ λέγειν.
- τί φής, Ἀχιλλέως παῖ; τίνʼ εἴρηκας λόγον;
- δὶς ταὐτὰ βούλει καὶ τρὶς ἀναπολεῖν μʼ ἔπη;
- ἀρχὴν κλύειν ἂν οὐδʼ ἅπαξ ἐβουλόμην.
- εὖ νῦν ἐπίστω πάντʼ ἀκηκοὼς λόγον.