Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἀλλʼ, ὦ ξένοι, ἕν γέ μοι εὖχος ὀρέξατε.
- ποῖον ἐρεῖς τόδʼ ἔπος;
- ξίφος, εἴ ποθεν,
- ἢ γένυν ἢ βελέων τι προπέμψατε.
- ὡς τίνα δὴ ῥέξῃς παλάμαν ποτέ;
- χρῶτʼ ἀπὸ πάντα καὶ ἄρθρα τέμω χερί·
- φονᾷ φονᾷ νόος ἤδη.
- τί ποτε;
- πατέρα ματεύων.
- ποῖ γᾶς;
- ἐς Ἅιδου·
- οὐ γάρ ἐστʼ ἐν φάει γʼ ἔτι.
- ὦ πόλις, ὦ πατρία,
- πῶς ἂν εἰσίδοιμʼ ἄθλιός σʼ ἀνήρ,
- ὅς γε σὰν λιπὼν ἱερὰν
- λιβάδʼ ἐχθροῖς ἔβαν Δαναοῖς
- ἀρωγός· ἔτʼ οὐδέν εἰμι.
- ἐγὼ μὲν ἤδη καὶ πάλαι νεὼς ὁμοῦ
- στείχων ἂν ἦ σοι τῆς ἐμῆς, εἰ μὴ πέλας
- Ὀδυσσέα στείχοντα τόν τʼ Ἀχιλλέως