Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. μή, πρὸς ἀραίου Διός, ἔλθῃς, ἱκετεύω.
Χορός
  1. μετρίαζʼ.
Φιλοκτήτης
  1. ὦ ξένοι, μείνατε, πρὸς θεῶν.
Χορός
  1. τί θροεῖς;
Φιλοκτήτης
  1. αἰαῖ αἰαῖ, δαίμων δαίμων·
  2. ἀπόλωλʼ ὁ τάλας·
  3. ὦ ποὺς πούς, τί σʼ ἔτʼ ἐν βίῳ
  4. τεύξω τῷ μετόπιν τάλας;
  5. ὦ ξένοι, ἔλθετʼ ἐπήλυδες αὖθις.
Χορός
  1. τί ῥέξοντες ἀλλοκότῳ
  2. γνώμᾳ τῶν πάρος, ὧν προύφαινες;
Φιλοκτήτης
  1. οὔτοι νεμεσητόν,
  2. ἀλύοντα χειμερίῳ
  3. λύπᾳ καὶ παρὰ νοῦν θροεῖν.
Χορός
  1. βᾶθί νυν, ὦ τάλαν, ὥς σε κελεύομεν.
Φιλοκτήτης
  1. οὐδέποτʼ οὐδέποτʼ, ἴσθι τόδʼ ἔμπεδον,
  2. οὐδʼ εἰ πυρφόρος ἀστεροπητὴς
  3. βροντᾶς αὐγαῖς μʼ εἶσι φλογίζων.
  4. ἐρρέτω Ἴλιον οἵ θʼ ὑπʼ ἐκείνῳ
  5. πάντες ὅσοι τόδʼ ἔτλασαν ἐμοῦ ποδὸς ἄρθρον ἀπῶσαι.