Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἀπὸ γὰρ βίον αὐτίκα λείψω.
  2. πόθεν γὰρ ἔσται βιοτά; τίς ὧδʼ ἐν αὔραις τρέφεται,
  3. μηκέτι μηδενὸς κρατύνων ὅσα πέμπει βιόδωρος αἶα;
Χορός
  1. πρὸς θεῶν, εἴ τι σέβει ξένον, πέλασσον,
  2. εὐνοίᾳ πάσᾳ πελάταν·
  3. ἀλλὰ γνῶθʼ, εὖ γνῶθʼ ἐπὶ σοὶ
  4. κῆρα τάνδʼ ἀποφεύγειν.
  5. οἰκτρὰ γὰρ βόσκειν, ἀδαὴς δʼ
  6. ἔχειν μυρίον ἄχθος, ὃ ξυνοικεῖ.
Φιλοκτήτης
  1. πάλιν πάλιν παλαιὸν ἄλγημʼ ὑπέμνασας, ὦ
  2. λῷστε τῶν πρὶν ἐντόπων.
  3. τί μʼ ὤλεσας; τί μʼ εἴργασαι;
Χορός
  1. τί τοῦτʼ ἔλεξας;
Φιλοκτήτης
  1. εἰ σὺ τὰν ἐμοὶ στυγερὰν
  2. Τρῳάδα γᾶν μʼ ἤλπισας ἄξειν.
Χορός
  1. τόδε γὰρ νοῶ κράτιστον.
Φιλοκτήτης
  1. ἀπό νύν με λείπετʼ ἤδη.
Χορός
  1. φίλα μοι, φίλα ταῦτα παρήγγειλας ἑκόντι τε πράσσειν.
  2. ἴωμεν ἴωμεν
  3. ναὸς ἵνʼ ἡμῖν τέτακται.