Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ὁρῶν μὲν αἰσχρὰς ἀπάτας, στυγνὸν δὲ φῶτʼ ἐχθοδοπόν,
  2. μυρίʼ, ἀπʼ αἰσχρῶν ἀνατέλλονθʼ, ὃς ἐφʼ ἡμῖν κάκʼ ἐμήσατʼ, ὦ Ζεῦ.
Χορός
  1. ἀνδρός τοι τὰ μὲν ἔνδικʼ αἰὲν εἰπεῖν,
  2. εἰπόντος δὲ μὴ φθονερὰν
  3. ἐξῶσαι γλώσσας ὀδύναν.
  4. κεῖνος δʼ εἷς ἀπὸ πολλῶν
  5. ταχθεὶς τῶνδʼ ἐφημοσύνᾳ
  6. κοινὰν ἤνυσεν ἐς φίλους ἀρωγάν.
Φιλοκτήτης
  1. ὦ πταναὶ θῆραι χαροπῶν τʼ
  2. ἔθνη θηρῶν, οὓς ὅδʼ ἔχει
  3. χῶρος οὐρεσιβώτας,
  4. μηκέτʼ ἀπʼ αὐλίων φυγᾷ
  5. πηδᾶτʼ· οὐ γὰρ ἔχω χεροῖν
  6. τὰν πρόσθεν βελέων ἀλκάν,
  7. ὦ δύστανος ἐγὼ τανῦν,
  8. ἀλλʼ ἀνέδην, ὁ δὲ χῶρος ἄρʼ οὐκέτι
  9. φοβητὸς οὐκέθʼ ὑμῖν,
  10. ἕρπετε· νῦν καλὸν
  11. ἀντίφονον κορέσαι στόμα πρὸς χάριν
  12. ἐμᾶς σαρκὸς αἰόλας·