Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τὸν τάδε μησάμενον, τὸν ἴσον χρόνον
- ἐμὰς λαχόντʼ ἀνίας.
- πότμος, πότμος σε δαιμόνων τάδʼ,
- οὐδὲ σέ γε δόλος,
- ἔσχεν ὑπὸ χειρὸς ἀμᾶς. στυγερὰν ἔχε
- δύσποτμον ἀρὰν ἐπʼ ἄλλοις.
- καὶ γὰρ ἐμοὶ τοῦτο μέλει, μὴ φιλότητʼ ἀπώσῃ.
- οἴμοι μοι, καί που πολιᾶς
- πόντου θινὸς ἐφήμενος
- ἐγγελᾷ, χερὶ πάλλων
- τὰν ἐμὰν μελέου τροφάν,
- τὰν οὐδείς ποτʼ ἐβάστασεν.
- ὦ τόξον φίλον, ὦ φίλων
- χειρῶν ἐκβεβιασμένον,
- ἦ που ἐλεινὸν ὁρᾷς, φρένας εἴ τινας
- ἔχεις, τὸν Ἡράκλειον
- ἄρθμιον ὧδέ σοι
- οὐκέτι χρησόμενον τὸ μεθύστερον,
- ἄλλου δʼ ἐν μεταλλαγᾷ
- πολυμηχάνου ἀνδρὸς ἐρέσσει,