Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἔσται; τοῦ ποτε τεύξομαι
- σιτονόμου μέλεος πόθεν ἐλπίδος;
- πέλειαι δʼ ἄνω
- πτωκάδες ὀξυτόνου διὰ πνεύματος
- ἐλῶσιν· οὐκέτʼ ἴσχω.
- σύ τοι σύ τοι κατηξίωσας,
- ὦ βαρύποτμε, κοὐκ
- ἄλλοθεν ἔχει τύχᾳ τᾷδʼ ἀπὸ μείζονος,
- εὖτέ γε παρὸν φρονῆσαι
- τοῦ λῴονος δαίμονος εἵλου τὸ κάκιον αἰνεῖν.
- ὦ τλάμων τλάμων ἄρʼ ἐγὼ
- καὶ μόχθῳ λωβατός, ὃς ἤδη μετʼ οὐδενὸς ὕστερον
- ἀνδρῶν εἰσοπίσω τάλας ναίων ἐνθάδʼ ὀλοῦμαι,
- αἰαῖ αἰαῖ,
- οὐ φορβὰν ἔτι προσφέρων,
- οὐ πτανῶν ἀπʼ ἐμῶν ὅπλων
- κραταιαῖς μετὰ χερσὶν
- ἴσχων· ἀλλά μοι ἄσκοπα
- κρυπτά τʼ ἔπη δολερᾶς ὑπέδυ φρενός·
- ἰδοίμαν δέ νιν,