Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. χώρει σύ· μὴ πρόσλευσσε, γενναῖός περ ὤν,
  2. ἡμῶν ὅπως μὴ τὴν τύχην διαφθερεῖς.
Φιλοκτήτης
  1. ἦ καὶ πρὸς ὑμῶν ὧδʼ ἔρημος, ὦ ξένοι,
  2. λειφθήσομαι δὴ κοὐκ ἐποικτερεῖτέ με;
Χορός
  1. ὅδʼ ἐστὶν ἡμῶν ναυκράτωρ ὁ παῖς· ὅσʼ ἂν
  2. οὗτος λέγῃ σοι, ταῦτά σοι χἠμεῖς φαμέν.
Νεοπτόλεμος
  1. ἀκούσομαι μὲν ὡς ἔφυν οἴκτου πλέως
  2. πρὸς τοῦδʼ· ὅμως δὲ μείνατʼ, εἰ τούτῳ δοκεῖ,
  3. χρόνον τοσοῦτον, εἰς ὅσον τά τʼ ἐκ νεὼς
  4. στείλωσι ναῦται καὶ θεοῖς εὐξώμεθα.
  5. χοὖτος τάχʼ ἂν φρόνησιν ἐν τούτῳ λάβοι
  6. λῴω τινʼ ἡμῖν. νὼ μὲν οὖν ὁρμώμεθον,
  7. ὑμεῖς δʼ, ὅταν καλῶμεν, ὁρμᾶσθαι ταχεῖς.
Φιλοκτήτης
  1. ὦ κοίλας πέτρας γύαλον
  2. θερμὸν καὶ παγετῶδες, ὥς σʼ οὐκ ἔμελλον ἄρʼ, ὦ τάλας,
  3. λείψειν οὐδέποτʼ, ἀλλά μοι καὶ θνῄσκοντι συνείσει.
  4. ὤμοι μοί μοι.
  5. ὦ πληρέστατον αὔλιον
  6. λύπας τᾶς ἀπʼ ἐμοῦ τάλαν,
  7. τίπτʼ αὖ μοι τὸ κατʼ ἆμαρ