Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἄτιμον ἔβαλον, ὡς σὺ φής, κεῖνοι δὲ σέ.
- καὶ νῦν τί μʼ ἄγετε; τί μʼ ἀπάγεσθε; τοῦ χάριν;
- ὃς οὐδέν εἰμι καὶ τέθνηχʼ ὑμῖν πάλαι.
- πῶς, ὦ θεοῖς ἔχθιστε, νῦν οὐκ εἰμί σοι
- χωλός, δυσώδης; πῶς θεοῖς ἔξεσθʼ, ὁμοῦ
- πλεύσαντος αἴθειν ἱερά; πῶς σπένδειν ἔτι;
- αὕτη γὰρ ἦν σοι πρόφασις ἐκβαλεῖν ἐμέ.
- κακῶς ὄλοισθʼ· ὀλεῖσθε δʼ ἠδικηκότες
- τὸν ἄνδρα τόνδε, θεοῖσιν εἰ δίκης μέλει.
- ἔξοιδα δʼ ὡς μέλει γʼ· ἐπεὶ οὔποτʼ ἂν στόλον
- ἐπλεύσατʼ ἂν τόνδʼ εἵνεκʼ ἀνδρὸς ἀθλίου,
- εἰ μή τι κέντρον θεῖον ἦγʼ ὑμᾶς ἐμοῦ.
- ἀλλʼ, ὦ πατρῴα γῆ θεοί τʼ ἐπόψιοι,
- τίσασθε τίσασθʼ ἀλλὰ τῷ χρόνῳ ποτὲ
- ξύμπαντας αὐτούς, εἴ τι κἄμʼ οἰκτίρετε·
- ὡς ζῶ μὲν οἰκτρῶς, εἰ δʼ ἴδοιμʼ ὀλωλότας
- τούτους, δοκοῖμʼ ἂν τῆς νόσου πεφευγέναι.
- βαρύς τε καὶ βαρεῖαν ὁ ξένος φάτιν
- τήνδʼ εἶπʼ, Ὀδυσσεῦ, κοὐχ ὑπείκουσαν κακοῖς.
- πόλλʼ ἂν λέγειν ἔχοιμι πρὸς τὰ τοῦδʼ ἔπη,