Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἴτω· ποήσω, πᾶσαν αἰσχύνην ἀφείς.
Ὀδυσσεύς
  1. ἦ μνημονεύεις οὖν ἅ σοι παρῄνεσα;
Νεοπτόλεμος
  1. σάφʼ ἴσθʼ, ἐπείπερ εἰσάπαξ συνῄνεσα.
Ὀδυσσεύς
  1. σὺ μὲν μένων νυν κεῖνον ἐνθάδʼ ἐκδέχου,
  2. ἐγὼ δʼ ἄπειμι, μὴ κατοπτευθῶ παρών,
  3. καὶ τὸν σκοπὸν πρὸς ναῦν ἀποστελῶ πάλιν.
  4. καὶ δεῦρʼ, ἐάν μοι τοῦ χρόνου δοκῆτέ τι
  5. κατασχολάζειν, αὖθις ἐκπέμψω πάλιν
  6. τοῦτον τὸν αὐτὸν ἄνδρα, ναυκλήρου τρόποις
  7. μορφὴν δολώσας, ὡς ἂν ἀγνοία προσῇ·
  8. οὗ δῆτα, τέκνον, ποικίλως αὐδωμένου
  9. δέχου τὰ συμφέροντα τῶν ἀεὶ λόγων.
  10. ἐγὼ δὲ πρὸς ναῦν εἶμι, σοὶ παρεὶς τάδε·
  11. Ἑρμῆς δʼ ὁ πέμπων δόλιος ἡγήσαιτο νῷν
  12. Νίκη τʼ Ἀθάνα Πολιάς, ἣ σῴζει μʼ ἀεί.
Χορός
  1. τί χρὴ τί χρή με, δέσποτʼ, ἐν ξένᾳ ξένον
  2. στέγειν ἢ τί λέγειν πρὸς ἄνδρʼ ὑπόπταν;
  3. φράζε μοι. τέχνα γὰρ
  4. τέχνας ἑτέρας προύχει
  5. καὶ γνώμα παρʼ ὅτῳ τὸ θεῖον