Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. σύγκαμνʼ ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ,
  2. παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσʼ ὅτι
  3. ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν.
Χορός
  1. ἐν τοῖς τοιούτοις ἐστὶν ἡ προμηθία
  2. καὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος.
Χρυσόθεμις
  1. καὶ πρίν γε φωνεῖν, ὦ γυναῖκες, εἰ φρενῶν
  2. ἐτύγχανʼ αὕτη μὴ κακῶν, ἐσῴζετʼ ἂν
  3. τὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται.
  4. ποῖ γάρ ποτʼ ἐμβλέψασα τοιοῦτον θράσος
  5. αὐτή θʼ ὁπλίζει κἄμʼ ὑπηρετεῖν καλεῖς;
  6. οὐκ εἰσορᾷς; γυνὴ μὲν οὐδʼ ἀνὴρ ἔφυς,
  7. σθένεις δʼ ἔλασσον τῶν ἐναντίων χερί.
  8. δαίμων δὲ τοῖς μὲν εὐτυχεῖ καθʼ ἡμέραν,
  9. ἡμῖν δʼ ἀπορρεῖ κἀπὶ μηδὲν ἔρχεται.
  10. τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖν
  11. ἄλυπος ἄτης ἐξαπαλλαχθήσεται;
  12. ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ
  13. κτησώμεθʼ, εἴ τις τούσδʼ ἀκούσεται λόγους.
  14. λύει γὰρ ἡμῖν οὐδὲν οὐδʼ ἐπωφελεῖ
  15. βάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν.