Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἀλλʼ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν,
- πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω
- θανόντος οἴσει τοῦ κασιγνήτου θʼ ἅμα·
- ἔπειτα δʼ, ὥσπερ ἐξέφυς, ἐλευθέρα
- καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων
- τεύξει· φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν.
- λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην
- σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσʼ ἐμοί;
- τίς γάρ ποτʼ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν
- τοιοῖσδʼ ἐπαίνοις οὐχὶ δεξιώσεται·
- ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι,
- ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην,
- ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ
- ψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου·
- τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν,
- τώδʼ ἔν θʼ ἑορταῖς ἔν τε πανδήμῳ πόλει
- τιμᾶν ἅπαντας οὕνεκʼ ἀνδρείας χρεών.
- τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν,
- ζώσαιν θανούσαιν θʼ ὥστε μὴ ʼκλιπεῖν κλέος.
- ἀλλʼ, ὦ φίλη, πείσθητι, συμπόνει πατρί,