Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. οὐ γὰρ θανεῖν ἔχθιστον, ἀλλʼ ὅταν θανεῖν
  2. χρῄζων τις εἶτα μηδὲ τοῦτʼ ἔχῃ λαβεῖν.
  3. ἀλλʼ ἀντιάζω, πρὶν πανωλέθρους τὸ πᾶν
  4. ἡμᾶς τʼ ὀλέσθαι κἀξερημῶσαι γένος,
  5. κατάσχες ὀργήν. καὶ τὰ μὲν λελεγμένα
  6. ἄρρητʼ ἐγώ σοι κἀτελῆ φυλάξομαι,
  7. αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ,
  8. σθένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκαθεῖν.
Χορός
  1. πείθου· προνοίας οὐδὲν ἀνθρώποις ἔφυ
  2. κέρδος λαβεῖν ἄμεινον οὐδὲ νοῦ σοφοῦ.
Ἠλέκτρα
  1. ἀπροσδόκητον οὐδὲν εἴρηκας· καλῶς δʼ
  2. ᾔδη σʼ ἀπορρίψουσαν ἁπηγγελλόμην.
  3. ἀλλʼ αὐτόχειρί μοι μόνῃ τε δραστέον
  4. τοὔργον τόδʼ· οὐ γὰρ δὴ κενόν γʼ ἀφήσομεν.
Χρυσόθεμις
  1. φεῦ·
  2. εἴθʼ ὤφελες τοιάδε τὴν γνώμην πατρὸς
  3. θνῄσκοντος εἶναι· πᾶν γὰρ ἂν κατειργάσω.
Ἠλέκτρα
  1. ἀλλʼ ἦ φύσιν γε, τὸν δὲ νοῦν ἥσσων τότε.
Χρυσόθεμις
  1. ἄσκει τοιαύτη νοῦν διʼ αἰῶνος μένειν.
Ἠλέκτρα
  1. ὡς οὐχὶ συνδράσουσα νουθετεῖς τάδε.