Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν.
- παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλων
- ὡς οὔτις ἡμῖν ἔστιν, ἀλλʼ Ἅιδης λαβὼν
- ἀπεστέρηκε καὶ μόνα λελείμμεθον.
- ἐγὼ δʼ ἕως μὲν τὸν κασίγνητον βίῳ
- θάλλοντʼ ἔτʼ εἰσήκουον, εἶχον ἐλπίδας
- φόνου ποτʼ αὐτὸν πράκτορʼ ἵξεσθαι πατρός·
- νῦν δʼ ἡνίκʼ οὐκέτʼ ἔστιν, εἰς σὲ δὴ βλέπω,
- ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου
- ξὺν τῇδʼ ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖν
- Αἴγισθον· οὐδὲν γάρ σε δεῖ κρύπτειν μʼ ἔτι.
- ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίνʼ ἐλπίδων
- βλέψασʼ ἔτʼ ὀρθήν; ᾗ πάρεστι μὲν στένειν
- πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ,
- πάρεστι δʼ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου
- ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε.
- καὶ τῶνδε μέντοι μηκέτʼ ἐλπίσῃς ὅπως
- τεύξει ποτʼ· οὐ γὰρ ὧδʼ ἄβουλός ἐστʼ ἀνὴρ
- Αἴγισθος ὥστε σόν ποτʼ ἢ κἀμὸν γένος
- βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ.