Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τοῦ πλησίον παρόντος, ἡνίκʼ ὤλλυτο.
- καὶ ποῦ ʼστιν οὗτος; θαῦμά τοί μʼ ὑπέρχεται.
- κατʼ οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής.
- οἴμοι τάλαινα· τοῦ γὰρ ἀνθρώπων ποτʼ ἦν
- τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα;
- οἶμαι μάλιστʼ ἔγωγε τοῦ τεθνηκότος
- μνημεῖʼ Ὀρέστου ταῦτα προσθεῖναί τινα.
- ὦ δυστυχής· ἐγὼ δὲ σὺν χαρᾷ λόγους
- τοιούσδʼ ἔχουσʼ ἔσπευδον, οὐκ εἰδυῖʼ ἄρα
- ἵνʼ ἦμεν ἄτης· ἀλλὰ νῦν, ὅθʼ ἱκόμην,
- τά τʼ ὄντα πρόσθεν ἄλλα θʼ εὑρίσκω κακά.
- οὕτως ἔχει σοι ταῦτʼ· ἐὰν δέ μοι πίθῃ,
- τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος.
- ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ;
- οὐκ ἔσθʼ ὅ γʼ εἶπον· οὐ γὰρ ὧδʼ ἄφρων ἔφυν.
- τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος;
- τλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω.
- ἀλλʼ εἴ τις ὠφέλειά γʼ, οὐκ ἀπώσομαι.
- ὅρα, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ.
- ὁρῶ. ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω.