Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. καὶ νῦν θʼ ὁμοίως καὶ τότʼ ἐξεπίσταμαι
  2. μή του τόδʼ ἀγλάϊσμα πλὴν κείνου μολεῖν·
  3. τῷ γὰρ προσήκει πλήν γʼ ἐμοῦ καὶ σοῦ τόδε;
  4. κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτʼ ἐπίσταμαι,
  5. οὐδʼ αὖ σύ· πῶς γάρ; ᾗ γε μηδὲ πρὸς θεοὺς
  6. ἔξεστʼ ἀκλαύστῳ τῆσδʼ ἀποστῆναι στέγης.
  7. ἀλλʼ οὐδὲ μὲν δὴ μητρὸς οὔθʼ ὁ νοῦς φιλεῖ
  8. τοιαῦτα πράσσειν οὔτε δρῶσʼ ἐλάνθανʼ ἄν·
  9. ἀλλʼ ἔστʼ Ὀρέστου ταῦτα τἀπιτύμβια.
  10. ἀλλʼ, ὦ φίλη, θάρσυνε· τοῖς αὐτοῖσί τοι
  11. οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ.
  12. νῷν ἦν τὰ πρόσθεν στυγνός· ἡ δὲ νῦν ἴσως
  13. πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν.
Ἠλέκτρα
  1. φεῦ, τῆς ἀνοίας ὥς σʼ ἐποικτίρω πάλαι.
Χρυσόθεμις
  1. τί δʼ ἔστιν; οὐ πρὸς ἡδονὴν λέγω τάδε;
Ἠλέκτρα
  1. οὐκ οἶσθʼ ὅποι γῆς οὐδʼ ὅποι γνώμης φέρει.
Χρυσόθεμις
  1. πῶς δʼ οὐκ ἐγὼ κάτοιδʼ ἅ γʼ εἶδον ἐμφανῶς;
Ἠλέκτρα
  1. τέθνηκεν, ὦ τάλαινα, τἀκείνου δέ σοι
  2. σωτήριʼ ἔρρει· μηδὲν εἰς κεῖνόν γʼ ὅρα.
Χρυσόθεμις
  1. οἴμοι τάλαινα· τοῦ τάδʼ ἤκουσας βροτῶν;