Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τίνʼ, ὦ τάλαινʼ, ἔχουσα πίστιν; ἐς τί μοι
  2. βλέψασα θάλπει τῷδʼ ἀνηκέστῳ πυρί;
Χρυσόθεμις
  1. πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου
  2. τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μωρὰν λέγῃς.
Ἠλέκτρα
  1. σὺ δʼ οὖν λέγʼ, εἴ σοι τῷ λόγῳ τις ἡδονή.
Χρυσόθεμις
  1. καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.
  2. ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον,
  3. ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους
  4. πηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ
  5. πάντων ὅσʼ ἐστὶν ἀνθέων θήκην πατρός.
  6. ἰδοῦσα δʼ ἔσχον θαῦμα, καὶ περισκοπῶ
  7. μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν.
  8. ὡς δʼ ἐν γαλήνῃ πάντʼ ἐδερκόμην τόπον,
  9. τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δʼ ὁρῶ
  10. πυρᾶς νεώρη βόστρυχον τετμημένον·
  11. κεὐθὺς τάλαινʼ ὡς εἶδον, ἐμπαίει τί μοι
  12. ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν
  13. πάντων Ὀρέστου τοῦθʼ ὁρᾶν τεκμήριον·
  14. καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ,
  15. χαρᾷ δὲ πίμπλημʼ εὐθὺς ὄμμα δακρύων.