Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἄτερ ἐμᾶν χερῶν
Χορός
  1. παπαῖ.
Ἠλέκτρα
  1. κέκευθεν, οὔτε του τάφου ἀντιάσας
  2. οὔτε γόων παρʼ ἡμῶν.
Χρυσόθεμις
  1. ὑφʼ ἡδονῆς τοι, φιλτάτη, διώκομαι
  2. τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν·
  3. φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧν
  4. πάροιθεν εἶχες καὶ κατέστενες κακῶν
Ἠλέκτρα
  1. πόθεν δʼ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων
  2. ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστʼ ἰδεῖν;
Χρυσόθεμις
  1. πάρεστʼ Ὀρέστης ἡμίν, ἴσθι τοῦτʼ ἐμοῦ
  2. κλύουσʼ, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ.
Ἠλέκτρα
  1. ἀλλʼ ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖς
  2. σαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς;
Χρυσόθεμις
  1. μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλʼ οὐχ ὕβρει
  2. λέγω τάδʼ, ἀλλʼ ἐκεῖνον ὡς παρόντα νῷν.
Ἠλέκτρα
  1. οἴμοι τάλαινα· καὶ τίνος βροτῶν λόγον
  2. τόνδʼ εἰσακούσασʼ ὧδε πιστεύεις ἄγαν;
Χρυσόθεμις
  1. ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ
  2. σημεῖʼ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ.