Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ναί.
Ἠλέκτρα
  1. οἶδʼ οἶδʼ· ἐφάνη γὰρ μελέτωρ
  2. ἀμφὶ τὸν ἐν πένθει· ἐμοὶ δʼ οὔτις ἔτʼ ἔσθʼ· ὃς γὰρ ἔτʼ ἦν,
  3. φροῦδος ἀναρπασθείς.
Χορός
  1. δειλαία δειλαίων κυρεῖς.
Ἠλέκτρα
  1. κἀγὼ τοῦδʼ ἴστωρ, ὑπερίστωρ,
  2. πανσύρτῳ παμμήνῳ πολλῶν
  3. δεινῶν στυγνῶν τʼ αἰῶνι.
Χορός
  1. εἴδομεν ἁθρήνεις.
Ἠλέκτρα
  1. μή μέ νυν μηκέτι
  2. παραγάγῃς, ἵνʼ οὐ
Χορός
  1. τί φής;
Ἠλέκτρα
  1. πάρεισιν ἐλπίδων ἔτι κοινοτόκων
  2. εὐπατριδᾶν ἀρωγαί.
Χορός
  1. πᾶσι θνατοῖς ἔφυ μόρος.
Ἠλέκτρα
  1. ἦ καὶ χαλάργοις ἐν ἁμίλλαις
  2. οὕτως, ὡς κείνῳ δυστάνῳ,
  3. τμητοῖς ὁλκοῖς ἐγκῦρσαι;
Χορός
  1. ἄσκοπος ἁ λώβα.
Ἠλέκτρα
  1. πῶς γὰρ οὔκ; εἰ ξένος