Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τῶν ἔνδον ὄντων· ὡς χάρις μέν, ἢν κτάνῃ,
- λύπη δʼ, ἐὰν ζῶ· τοῦ βίου δʼ οὐδεὶς πόθος.
- ποῦ ποτε κεραυνοὶ Διὸς ἢ ποῦ φαέθων
- Ἅλιος, εἰ ταῦτʼ ἐφορῶντες κρύπτουσιν ἕκηλοι;
- ἒ ἔ, αἰαῖ.
- ὦ παῖ, τί δακρύεις;
- φεῦ.
- μηδὲν μέγʼ ἀΰσῃς.
- ἀπολεῖς.
- πῶς;
- εἰ τῶν φανερῶς οἰχομένων
- εἰς Ἀΐδαν ἐλπίδʼ ὑποίσεις, κατʼ ἐμοῦ τακομένας
- μᾶλλον ἐπεμβάσει.
- οἶδα γὰρ ἄνακτʼ Ἀμφιάρεων χρυσοδέτοις
- ἕρκεσι κρυφθέντα γυναικῶν· καὶ νῦν ὑπὸ γαίας
- ἒ ἔ, ἰώ.
- πάμψυχος ἀνάσσει.
- φεῦ.
- φεῦ δῆτʼ· ὀλοὰ γὰρ
- ἐδάμη.