Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. πράξειας οὔτε τοῦ πορεύσαντος ξένου.
  2. ἀλλʼ εἴσιθʼ εἴσω· τήνδε δʼ ἔκτοθεν βοᾶν
  3. ἔα τά θʼ αὑτῆς καὶ τὰ τῶν φίλων κακά.
Ἠλέκτρα
  1. ἆρʼ ὑμὶν ὡς ἀλγοῦσα κὠδυνωμένη
  2. δεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖ
  3. τὸν υἱὸν ἡ δύστηνος ὧδʼ ὀλωλότα;
  4. ἀλλʼ ἐγγελῶσα φροῦδος· ὦ τάλαινʼ ἐγώ.
  5. Ὀρέστα φίλταθʼ, ὥς μʼ ἀπώλεσας θανών.
  6. ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχει φρενὸς
  7. αἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι,
  8. σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε
  9. κἀμοῦ ταλαίνης. νῦν δὲ ποῖ με χρὴ μολεῖν;
  10. μόνη γάρ εἰμι, σοῦ τʼ ἀπεστερημένη
  11. καὶ πατρός. ἤδη δεῖ με δουλεύειν πάλιν
  12. ἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοὶ
  13. φονεῦσι πατρός. ἆρά μοι καλῶς ἔχει;
  14. ἀλλʼ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνου
  15. ξύνοικος, εἴσειμʼ, ἀλλὰ τῇδε πρὸς πύλῃ
  16. παρεῖσʼ ἐμαυτὴν ἄφιλος αὐανῶ βίον.
  17. πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται,