Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- μείνωμεν αὐτοῦ κἀπακούσωμεν γόων;
- ἥκιστα· μηδὲν πρόσθεν ἢ τὰ Λοξίου
- πειρώμεθʼ ἔρδειν κἀπὸ τῶνδʼ ἀρχηγετεῖν,
- πατρὸς χέοντες λουτρά· ταῦτα γὰρ φέρει
- νίκην τʼ ἐφʼ ἡμῖν καὶ κράτος τῶν δρωμένων.
- ὦ φάος ἁγνὸν
- καὶ γῆς ἰσόμοιρʼ ἀήρ, ὥς μοι
- πολλὰς μὲν θρήνων ᾠδάς,
- πολλὰς δʼ ἀντήρεις ᾔσθου
- στέρνων πληγὰς αἱμασσομένων,
- ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ·
- τὰ δὲ παννυχίδων ἤδη στυγεραὶ
- ξυνίσασʼ εὐναὶ μογερῶν οἴκων,
- ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶ
- πατέρʼ, ὃν κατὰ μὲν βάρβαρον αἶαν
- φοίνιος Ἄρης οὐκ ἐξένισεν,
- μήτηρ δʼ ἡμὴ χὠ κοινολεχὴς
- Αἴγισθος ὅπως δρῦν ὑλοτόμοι
- σχίζουσι κάρα φονίῳ πελέκει,
- κοὐδεὶς τούτων οἶκτος ἀπʼ ἄλλης